Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.301 Joseph. AJ 3.305 (English) >>Joseph. AJ 3.309

3.303

Μωυσέος δὲ ταῦτʼ εἰπόντος τὸ πλῆθος αὐτὸν τιμαῖς ἀμείβεται, καὶ κατασκόπους αἱρεῖται δώδεκα τῶν γνωριμωτάτων ἐξ ἑκάστης φυλῆς ἕνα, οἳ διεξελθόντες ἀπὸ τῶν πρὸς Αἰγύπτῳ τὴν Χαναναίαν ἅπασαν ἐπί τε Ἀμάθην πόλιν καὶ Λίβανον ἀφικνοῦνται τὸ ὄρος, καὶ τήν τε τῆς γῆς φύσιν καὶ τὴν τῶν ἐνοικούντων ἀνθρώπων ἐξιστορήσαντες παρῆσαν τεσσαράκοντα ἡμέραις εἰς πᾶν καταχρησάμενοι τὸ ἔργον, 3.304ἔτι τε καρποὺς ὧν ἔφερεν γῆ κομίζοντες τῇ τε τούτων εὐπρεπείᾳ καὶ τῷ πλήθει τῶν ἀγαθῶν, τὴν γῆν ἔχειν διηγοῦντο, πολεμεῖν ἐπαίροντες τὸ πλῆθος, φοβοῦντες δὲ πάλιν αὐτὸ τῷ τῆς κτήσεως ἀπόρῳ ποταμούς τε διαβῆναι λέγοντες ἀδυνάτους ὑπὸ μεγέθους ἅμα καὶ βάθους καὶ ὄρη ἀμήχανα τοῖς ὁδεύουσι καὶ πόλεις καρτερὰς τείχεσι καὶ περιβόλων ὀχυρότητι· 3.305ἐν δʼ Ἐβρῶνι καὶ τῶν γιγάντων ἔφασκον τοὺς ἀπογόνους καταλαβεῖν. καὶ οἱ μὲν κατάσκοποι τεθεαμένοι πάντων οἷς μετὰ τὴν ἔξοδον τὴν ἀπʼ Αἰγύπτου ἐνέτυχον μείζω τὰ κατὰ τὴν Χαναναίαν αὐτοί τε κατεπλάγησαν καὶ τὸ πλῆθος οὕτως ἔχειν ἐπειρῶντο. 3.306

Οἱ δὲ ἄπορον ἐξ ὧν ἠκροάσαντο τὴν κτῆσιν τῆς γῆς ὑπελάμβανον καὶ διαλυθέντες ἐκ τῆς ἐκκλησίας σὺν γυναιξὶ καὶ παισὶν ὀλοφυρόμενοι διῆγον, ὡς οὐδὲν ἔργῳ τοῦ θεοῦ βοηθοῦντος λόγῳ δὲ μόνον ὑπισχνουμένου.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.301 Joseph. AJ 3.305 (English) >>Joseph. AJ 3.309

Powered by PhiloLogic